Add parallel Print Page Options

24 [a]Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ [b]ὅρια [c]Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25 [d]ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 [e]ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 [f]καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ [g]καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ [h]τοῖς κυναρίοις βαλεῖν. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· [i]Κύριε, [j]καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης [k]ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν [l]ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ [m]παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου [n]ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν [o]καὶ [p]μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35 [q]καὶ [r]ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [s]λέγωσιν· ὅσον δὲ [t]αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν [u]καὶ ἀλάλους λαλεῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Ἐκεῖθεν δὲ WH NIV ] Καὶ ἐκεῖθεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 ὅρια WH Treg NIV ] μεθόρια RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Τύρου NIV ] + καὶ Σιδῶνος WH Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:25 ἀλλ’ εὐθὺς ἀκούσασα WH Treg NIV ] Ἀκούσασα γὰρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:26 ἡ δὲ γυνὴ ἦν WH NIV ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καὶ ἔλεγεν WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καλόν ἐστιν RP] ἐστιν καλὸν WH Treg NIV
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 τοῖς κυναρίοις βαλεῖν WH Treg NIV ] βαλεῖν τοῖς κυναρίοις RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 Κύριε Holmes NA ] Ναί κύριε WH Treg NIV RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 καὶ WH Treg NA ] + γὰρ NIV RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 ἐσθίουσιν WH Treg NIV ] ἐσθίει RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:29 ἐκ … σου τὸ δαιμόνιον WH NIV ] τὸ δαιμόνιον ἐκ … σου Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NIV ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NIV ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 καὶ WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 μογιλάλον WH NIV ] μογγιλάλον Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 καὶ WH Treg ] + εὐθέως NIV RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 ἠνοίγησαν WH Treg NIV ] διηνοίχθησαν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 λέγωσιν WH Treg NIV ] εἴπωσιν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NIV ] αὐτὸς αὐτοῖς διεστέλλετο RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:37 καὶ WH Treg ] + τοὺς NIV RP